Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.373 | Joseph. BJ 5.380 (English) | >>Joseph. BJ 5.385 |
5.377πότε δʼ οὐ θεὸς ὁ κτίσας ἂν ἀδικῶνται Ἰουδαίων ἔκδικος ; οὐκ ἐπιστραφέντες ὄψεσθε πόθεν ὁρμώμενοι μάχεσθε καὶ πηλίκον ἐμιάνατε σύμμαχον ; οὐκ ἀναμνήσεσθε πατέρων ἔργα δαιμόνια , καὶ τὸν ἅγιον τόνδε χῶρον ἡλίκους ἡμῖν πάλαι πολέμους καθεῖλεν ;
5.378ἐγὼ μὲν φρίττω τὰ ἔργα τοῦ θεοῦ λέγων εἰς ἀναξίους ἀκοάς · ἀκούετε δʼ ὅμως , ἵνα γνῶτε μὴ μόνον Ῥωμαίοις πολεμοῦντες ἀλλὰ καὶ τῷ θεῷ .
5.379βασιλεὺς ὁ τότε Νεχαὼς Αἰγυπτίων , ὁ δʼ αὐτὸς ἐκαλεῖτο καὶ Φαραώ , μυρίᾳ χειρὶ καταβὰς ἥρπασε Σάρραν βασιλίδα , τὴν μητέρα τοῦ γένους ἡμῶν .
5.380τί οὖν ὁ ταύτης ἀνὴρ Ἁβραάμ , προπάτωρ δὲ ἡμέτερος ; ἆρα τὸν ὑβριστὴν ἠμύνατο τοῖς ὅπλοις , καίτοι ὀκτωκαίδεκα μὲν καὶ τριακοσίους ὑπάρχους ἔχων , δύναμιν δὲ ἐφʼ ἑκάστῳ τούτων ἄπειρον ; ἢ αὐτοὺς μὲν ἐρημίαν ἡγήσατο μὴ συμπαρόντος θεοῦ , καθαρὰς δʼ ἀνατείνας τὰς χεῖρας εἰς ὃν νῦν ἐμιάνατε χῶρον ὑμεῖς τὸν ἀνίκητον αὐτῷ βοηθὸν ἐστρατολόγησεν ;
5.381οὐ
-- -- εἴπω τὴν εἰς Αἴγυπτον μετοικίαν τῶν πατέρων ; οὐ τυραννούμενοι καὶ βασιλεῦσιν ἀλλοφύλοις ὑποπεπτωκότες τετρακοσίοις ἔτεσι παρὸν ὅπλοις ἀμύνεσθαι καὶ χερσὶ σφᾶς αὐτοὺς ἐπέτρεψαν τῷ θεῷ ;
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.373 | Joseph. BJ 5.380 (English) | >>Joseph. BJ 5.385 |